Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.276 Joseph. AJ 16.281 (English) >>Joseph. AJ 16.286

16.279ἐφʼ οἷς ἀχθόμενος Ἡρώδης τούς τε λῃστὰς ἐξῄτει καὶ χρέος διὰ Συλλαίου δανείσας ἔτυχεν Ὀβάδᾳ τάλαντα ἑξήκοντα, παρηκούσης αὐτῷ τῆς προθεσμίας ἀπολαβεῖν ἠξίου. 16.280Σύλλαιος δὲ τὸν μὲν Ὀβάδαν παρεωσμένος αὐτὸς δὲ ἅπαντα διοικῶν τούς τε λῃστὰς ἔξαρνος ἦν μὴ κατὰ τὴν Ἀραβίαν εἶναι καὶ περὶ τῶν χρημάτων ἀνεβάλλετο, περὶ ὧν ἐπί τε Σατορνίνου καὶ Οὐολομνίου τῶν Συρίας ἐπιστατούντων ἐγίνοντο λόγοι. 16.281τέλος δὲ συνέθεντο διʼ ἐκείνων ἐντὸς ἡμερῶν τριάκοντα τά τε χρήματα τὸν Ἡρώδην ἀπολαβεῖν καὶ τοὺς ἀλλήλων ἐν ἑκατέρᾳ τῇ βασιλείᾳ καὶ παρὰ μὲν Ἡρώδῃ τῶν Ἀράβων οὐδεὶς εὑρέθη τὸ σύνολον οὔτε ἐπʼ ἀδικίας οὔτε κατʼ ἄλλον τρόπον, οἱ δʼ Ἄραβες ἠλέγχοντο τοὺς λῃστὰς παρʼ αὐτοῖς ἔχειν. 16.282

Διελθούσης δὲ τῆς προθεσμίας Σύλλαιος οὐδὲν τῶν δικαίων πεποιηκὼς εἰς Ῥώμην ἀνέρχεται. ῥύσια δὲ τῶν χρημάτων καὶ τῶν παρʼ ἐκείνοις λῃστῶν Ἡρώδης ἐποιεῖτο, 16.283καὶ τῶν περὶ τὸν Σατορνῖνον καὶ Οὐολόμνιον ἐπιτρεπόντων ἀγνωμονοῦντας ἐπεξιέναι στρατιάν τε ἔχων προήγαγεν εἰς τὴν Ἀραβίαν τρισὶν ἡμέραις ἑπτὰ σταθμοὺς διανύσας, καὶ γενόμενος ἐπὶ τοῦ φρουρίου τοῦ τοὺς λῃστὰς ἔχοντος αἱρεῖ μὲν ἐξ ἐφόδου πάντας αὐτούς, κατασκάπτει δὲ τὸ χωρίον Ῥάεπτα καλούμενον· τῶν δὲ ἄλλων οὐδὲν ἐλύπησεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.276 Joseph. AJ 16.281 (English) >>Joseph. AJ 16.286

Powered by PhiloLogic